Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 28.3 Dem. 28.6 (English) >>Dem. 28.9

28.5πάντων δʼ ἀτοπώτατόν ἐστιν, λέγοντας ὡς πατὴρ οὐκ εἴα μισθοῦν τὸν οἶκον, τὴν μὲν διαθήκην μηδαμοῦ ταύτην ἀποφαίνειν, ἐξ ἧς ἦν εἰδέναι τἀκριβές, τηλικαύτην δʼ ἀνελόντας μαρτυρίαν οὕτως οἴεσθαι δεῖν εἰκῇ πιστεύεσθαι παρʼ ὑμῖν. ἀλλʼ ἐχρῆν, ἐπειδὴ τάχιστʼ ἐτελεύτησεν πατήρ, εἰσκαλέσαντας μάρτυρας πολλοὺς παρασημήνασθαι κελεῦσαι τὰς διαθήκας, ἵνʼ εἴ τι ἐγίγνετʼ ἀμφισβητήσιμον, ἦν εἰς τὰ γράμματα ταῦτʼ ἐπανελθεῖν καὶ τὴν ἀλήθειαν πάντων εὑρεῖν. 28.6νῦν δʼ ἕτερα μὲν παρασημήνασθαι ἠξίωσαν, ἐν οἷς πολλὰ τῶν καταλειπομένων οὐκ ἐγέγραπτο, ὑπομνήματα δʼ ἦν· αὐτὴν δὲ τὴν διαθήκην, διʼ ἧς τούτων ὧν ἐσημήναντο γραμμάτων καὶ τῶν ἄλλων ἁπάντων χρημάτων ἐγίγνοντο κύριοι, καὶ τοῦ μὴ μισθοῦν τὸν οἶκον τῆς αἰτίας ἀπελέλυντο, ταύτην δʼ οὐκ ἐσημήναντο, οὐδʼ αὐτὴν ἀπέδοσαν. ἄξιόν γε πιστεύειν αὐτοῖς τι ἂν περὶ τούτων λέγωσιν.

28.7ἀλλʼ ἐγὼ οὐκ οἶδʼ τι τοῦτʼ ἔστιν. οὐκ εἴα μισθοῦν τὸν οἶκον οὐδʼ ἐμφανῆ τὰ χρήματα ποιεῖν πατήρ. πότερον ἐμοί; τῇ πόλει; φαίνεσθε γὰρ τοὐναντίον ἐκείνῃ μὲν φανερὰ ποιήσαντες, ἐμοὶ δὲ παντάπασιν ἀφανῆ πεποιηκότες, καὶ οὐδὲ ταῦτʼ ἀποφαίνοντες ἐξ ὧν τιμησάμενοι τὰς εἰσφορὰς εἰσεφέρετε. δείξατε γὰρ ταύτην τὴν οὐσίαν, τίς ἦν καὶ ποῦ παρέδοτέ μοι καὶ τίνος ἐναντίον.



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 28.3 Dem. 28.6 (English) >>Dem. 28.9

Powered by PhiloLogic